Σύστασις αʹ·
Ἔρος φρένας τίνασσον
αʹ· Πρὸς τὰν Κύπριδα
Συμπλήρωμα αʹ
Πῶς̣ κε δή τις οὐ θαμέω̣ς ἄσαιτο,
Κύπρι, δἐσ̣πο̣ι̣ν̣', ὄττινα̣ +δ+ὴ φί+λησι(.)+
κωὐ] θέλοι μάλιστα πάθ+α+ν̤ χ̣άλ̣[ασσαι;
πῶς] ὀνέχησθα
πᾷ [σ]άλοισί̤ μ' ἀλεμάτω̣ς δαΐ̤σδ[ης]
εἰμέρ‹ῳ› λύ{ι̣}σαντ̣ι̣ γόν', ὢμ' ἄ̤ν̤α̤σ̤[σα,]
πόλ[λ]α; Πάμ̤π̤αν μ' οὐ προ̣[τέρ' ᾖσθ' ἀπέχθης,]
οὔτ' ὀ̣νέ̤ερξ̤αι
Νῦν με, λίσσομαι] σέ· θέλω [δύνασθαι
μήκετ' οὔτως τοῦ]το πάθη[ν u–x
–u–x–]λ̣αν· ἔγω δ' ἔμ' αὔτᾳ
τοῦτο σύνοιδα
] . [.]σ̣τοισ[. . .] . [
]ε̣ναμ[
]ε̣[
…
Συμπλήρωμα βʹ
Πῶς̣ κε δή τις οὐ θαμέω̣ς ἄσαιτο,
Κύπρι, δἐσ̣πο̣ι̣ν̣', ὄττινα̣ +μ+ὴ φί+λησθα+
καἰ] θέλοι μάλιστα πάθ+α+ν̤ χ̣άλ̣[ασσαι
οὐκ] ὀνέχησθα;
Πᾷ [β]άλοισά̤ μ' ἀλεμάτω̣ς δαΐ̤σδ[ης]
εἰμέρ‹ῳ› λύ{ι̣}σαντ̣ι̣ γόν', ὢ μεγ̤ί̤σ̤[τα;]
Πόλ[λ]α πάμ̤π̤αν μ' οὐ προ̣[τέρ' ᾖσθ' ἀπέχθης,]
οὔτ' ὀ̣νέ̤ερχ̤+θ+αι
φαῖμ' ἀπ' ἀμμέων] σέ· θέλω [δύνασθαι
μήκετ' οὔτως τοῦ]το πάθη[ν! Φρένεσσι
παῦσε τὰν θύελ]λ̣αν! ἔγω δ' ἔμ' αὔτᾳ
τοῦτο σύνοιδα·
ὄττι τοὶς] β̤[ρ]ό̣τοις [ποτ]α̤ [οὔ κεν εἴη
Πάμπαν εὐτύχην·] ἔ̣ν' ἄμ' [ἄμμιν ἔμμεν
Δεύομ' ἀνθρώπων γ]ε̣ [u–u–x
–uu–x]
Συμπλήρωμα γʹ
Πῶς̣ κε δή τις οὐ θαμέω̣ς ἄσαιτο,
Κύπρι, δἐσ̣πο̣ι̣ν̣'; Ὄττινα̤ +δ+ὴ φίλ̣+ησθα+
καἰ] θέλοι μάλιστα πάθε̤ι̤ 'κ̣δα̤[κρύην
οὐκ] ὀνέχησθα.
Πᾷ [β]άλοισά̤ μ' ἀλεμάτω̣ς δαΐ̤σδ[ης]
εἰμέρ‹ῳ› λύ{ι̣}σαντ̣ι̣ γόν', ὢ μεγ̤ί̤σ̤[τα;]
Πόλ[λ]α πάμ̤π̤αν μ' οὐ προ̣[τέρ' ᾖσθ' ἀπέχθης,]
οὔτ' ὀ̣νέ̤ερχ̤+θ+αι
φαῖμ' ἀπ' ἀμμέων] σέ· θέλω [δύνασθαι
μήκετ' οὔτως τοῦ]το πάθη[ν! Φρένεσσι
παῦσε τὰν θύελ]λ̣αν! ἔγω δ' ἔμ' αὔτᾳ
τοῦτο σύνοιδα·
ὄττι τοὶς] β̤[ρ]ό̣τοις [ποτ]α̤ [οὔ κεν εἴη
Πάμπαν εὐτύχην·] ἔ̣ν' ἄμ' [ἄμμιν ἔμμεν
Δεύομ' ἀνθρώπων γ]ε̣ [u–u–x
–uu–x]
βʹ· Δύο νοήματα
Οὐκ οἶδ' ὄττι θέω· δύο μοι τὰ νοήματα.
γʹ· Γλύκηα μᾶτερ
Γλύκηα μᾶτερ, οὔτοι δύναμαι κρέκην τὸν ἴστον
πόθῳ δάμεισα παῖδος βραδίναν δι’ Ἀφροδίταν.
δʹ· Ἔρος δ' ἐτίναξέ μοι φρένας
Ἔρος δ᾽ ἐτίναξέ ‹μοι›
φρένας, ὠς ἄνεμος κὰτ ὄρος δρύσιν ἐμπέτων.
εʹ· Γλυκύπικρος Ἔρος
Ἔρος δηὖτέ μ’ ὀ λυσιμέλης δόνει
γλυκύπικρον ἀμάχανον ὄρπετον,
Ἄτθι, σοὶ δ᾽ ἔμεθεν μὲν ἀπήχθετο
φροντίσδην, ἐπὶ δ’ Ἀνδρομέδαν πότῃ.
ςʹ(α)· Ὦ Ἀρίγνωτα!
[Πῆλ' ἄπεστιν Ἀνακτορί' ἀ φίλα
Τὸν λέπτον ϝ' ἀπὺ] Σαρδ̣ί̤ω̤[ν
Πρὸς σὲ πό]λ̤λ̤α̣κι τ̣υίδε̤ [νῶν ἔχοισα] 3
ὤς π̣ο̤[τ' ἐ]ζ̤ώομεν β̤ε̤[(.)]β̤ά̤ω̤ς ἔχε̣[ν
σὲ̣ θέα‹ι̊› ϝ̣ι̣κέλ̤αν, Ἀρί̣-
γ̣ν̣ώτα, σ̤ᾶ̤‹ι̊› δ̤ὲ̤ μάλιστ' ἔ̣χαι̤ρε μόλπᾳ(ι̊)· 6
νῦν δ̣ὲ Λύ̣δαισιν ἐ‹μ›πρ̣έπε{ε}ται γυνα̣ί̣-
κ̣ε̣σσιν ὤς ποτ̣' ἀελίω
δύντος ἀ βροδοδ̣άκτ̣υλ̣ο̣ς̣ ‹σελάννα›, 9
πάν̤τα πε‹ρ›ρέχοισ' ἄστρα, φάος δ' ἐπί-
σχει θάλασσαν ἐ̤π' ἀλμύραν
ἴσως καὶ πολυανθέμοις ἀρούρα̣ις̣, 12
ἀ δ' ‹ἐ›έρ̣σα κάλα κέχυται, τεθά-
λ‹α›ισι δὲ β̣ρ̣όδα κἄπαλ' ἄν-
θρυσκα καὶ μελίλωτος ἀνθ̤εμώδης· 15
πό̣λλα δ̣ὲ ζαφοίταισ', ἀγάνα̣ς ἐ̣πι{ιι}-
μνάσθεισ' Ἄτθιδος, ἰμέρωι̣̊
λ̣έπτ̤αν ποι φρένα, κῆ̤ρ̤ ἄ̤σ̤α̤‹ι̊› βό̤ρ̣ητα̣ι, 18
κ̣ῆθ‹ι› δ̣' ἔλ̤θην ἄμμ' ὄ̤ξ̤υ β̤ό(α̣)· τ̤ὰ̤ δ̤' οὐ
νῶ̣(ι̊)ν ‹γ›' ἄ̤π̣υ̤στα̣ ν̣ὺξ̣{[.]} πολύω̣ς̣
γαρύ̣ε̣‹ι› δ[(.)]ι̤' ἄλος̣ πό̣[ρω]ν̤ τ̤ὸ̤ μ̤έσσον. 21
Ἄλλα ἄρχα
[Ὦμ', Ἀρίγνωτ’! Ἀνακτορία, φίλα
σοί τ' ἔμοι τ', ἐνὶ] Σάρδ̣ε̤σ̤[ιν
ναίει, πό]λ̤λ̤α̣κι τ̣υίδε̤ [νῶν ἔχοισα] 3
ςʹ(β)· Ὦ Ἄτθι!
[Ἄτθι, σοὶ κἄμ’ Ἀνακτορία φίλα
πηλόροισ' ἐνὶ] Σάρδ̣ε̤σ̤[σιν
ναίει, πό]λ̤λ̤α̣κι τ̣υίδε̤ [νῶν ἔχοισα] 3
ὤς π̣ο̤[τ' ἐ]ζ̤ώομεν β̤ε̤[(.)]β̤ά̤ω̤ς ἔχε̣[ν
σὲ̣
θέα‹ι̊› ϝ̣ικέλ̤αν ἀρι̣-
γ̣ν̣ώτα‹ι̊›, σ̤ᾶ̤‹ι̊› δ̤ὲ̤ μάλιστ' ἔ̣χαι̤ρε μόλπᾳ(ι̊)· 6
νῦν δ̣ὲ Λύ̣δαισιν ἐ‹μ›πρ̣έπε{ε}ται γυνα̣ί̣-
κ̣ε̣σσιν ὤς ποτ̣' ἀελίω
δύντος ἀ βροδοδ̣άκτ̣υλ̣ο̣ς̣ ‹σελάννα›, 9
πάν̤τα πε‹ρ›ρέχοισ' ἄστρα, φάος δ' ἐπί-
σχει θάλασσαν ἐ̤π' ἀλμύραν
ἴσως καὶ πολυανθέμοις ἀρούρα̣ις̣, 12
ἀ δ' ‹ἐ›έρ̣σα κάλα κέχυται, τεθά-
λ‹α›ισι δὲ β̣ρ̣όδα κἄπαλ' ἄν-
θρυσκα καὶ μελίλωτος ἀνθ̤εμώδης· 15
πό̣λλα δ̣ὲ ζαφοίταισ', ἀγάνα̣ς ἐ̣πι{ιι}-
μνάσθεισ' Ἄτθιδος, ἰμέρωι̣̊
λ̣έπτ̤αν ποι φρένα, κῆ̤ρ̤ ἄ̤σ̤α̤‹ι̊› βό̤ρ̣ητα̣ι, 18
κ̣ῆθ‹ι› δ̣' ἔλ̤θην ἄμμ' ὄ̤ξ̤υ β̤ό(α̣)· τ̤ὰ̤ δ̤' οὐ
νῶ̣(ι̊)ν ‹γ›' ἄ̤π̣υ̤στα̣ ν̣ὺξ̣{[.]} πολύω̣ς̣
γαρύ̣ε̣‹ι› δ[(.)]ι̤' ἄλος̣ πό̣[ρω]ν̤ τ̤ὸ̤ μ̤έσσον. 21
ςʹ(γ)· Εὔμαρες ἄμμιν οὔκ ἐστιν ἰσόθεαι ἔμμεναι τὸ κάλλος
Ε̤ὔμ̣αρ̣ες̤ [μ]ὲν οὐκ ἄμ̤μι θέαισι μόρ-
φαν ἐπή̤[ρα]τ̤ον ἐξίσω̣-
σθ̣αι συ [κάλ]λ̤ος̤ ἔ̣χησθ' Ἀδ̤[(.)]ω̣νίδηον, 3
κ̣ρ̣ε̤ῖ̣σ̤[σον, ἆ! xx–] . . . (.) τὸ[ν ἄν]δ̣ρα τι
μᾶλλ̤ο̤ν̤ ἔ̤[στι; δι'] α̤ἴ̤θερος
κ̤α̣ὶ δε̣μ̣[ uu– ] . . ος̣ Ἀφροδίτα 6
κἄμμ̣ι̣ κ̤[άλπιδο]ς̣ ν̣έκταρ ἔχευ' ἀπὺ
χρυσ‹ία›ς̣ (.) [u–]+.+λ̣ο̣ΐ̣α̣{σσθα̣ι}
καί]τ̤' ἄ̣πουρ'· +ἀ+[πάλαισ]ι̤ χέ̣ρσ̣ι̣ Πε̣ί̣θ̣ω 9
. . . . . . [xx–u] ἐ̣θ+έλ+η̣σεν ἠ-
xx–uu πόλλ]α̤κις
xx–u–] . ε̣δ . . . δ̣ια̣ιτ̣++ 12
] ἐ̤ς τὸ Γεραίσ̣τιον
] . ν φίλαι
ἄπ]υ̣σ̣το̣ν οὖδεν ὄ[ττι 15
–u– αὔτ' ἐς ἴ]ε̤ρον ἴξο̣[μαι
ζʹ· Ἀοίδα ἐς τὰν Ἀνακτορίαν
Κείμενον αʹ
Φαίνεταί μοι κῆνος ἴσος θέοισιν
Ἔμμεν’ ὤνηρ, ὄττις ἐνάντιός τοι
Ἰσδάνει καὶ πλάσιον ἆδυ φωνεί-
σας ὐπακούει
Καὶ γελαίσας ἰμέροεν. τό μ’ ἦ μάν
Καρδίαν ἐν στήθεσιν ἐπτόαισεν.
Ὠς γὰρ ‹ἔς› σ' ἴδω βροχέ', ὤς με φώναισ'
οὖδεν ἔτ’ εἴκει,
Ἀλλὰ κὰμ μὲν γλῶσσα ϝέαγε, λέπτον
Δ’ αὔτικα χρῷ πῦρ ὐπαδεδρόμακεν,
Ὀππάτεσσι δ’ οὖδεν ὄρημμ’, ἐπιρρόμ-
βεισι δ᾽ ἄκουαι,
Κὰδ δέ μ’ ἴδρως κακχέεται, τρόμος δὲ
Παῖσαν ἄγρει, χλωροτέρα δὲ ποίας
Ἔμμι, τεθνάκην δ᾽ ὀλίγω ’πιδεύης
φαίνομ’ ἔμ’ αὔτᾳ·
Ἀλλὰ πᾶν τόλματον, ἐπεὶ 'πένη‹σ›α
Κείμενον τοῦ Λιβρέα
Φαίνεταί μοι κῆνος ἴσος θέοισιν
Ἔμμεν’ ὤνηρ, ὄττις ἐνάντιός τοι
Ἰσδάνει καὶ πλάσιον ἆδυ φωνεί-
σας ὐπακούει
Καὶ γελαίσας ἰμέροεν. τό μ’ ἦ μάν
Καρδίαν ἐν στήθεσιν ἐπτόαισεν.
Ὠς γὰρ ‹ἔς› σ' ἴδω βροχέ', ὤς με φώναισ'
οὖδεν ἔτ’ εἴκει,
Ἀλλὰ κὰμ μὲν γλῶσσα ϝέϝαγε, λέπτον
Δ’ αὔτικα χρῷ πῦρ ὐπαδεδρόμακεν,
Ὀππάτεσσι δ’ οὖδεν ὄρημμ’, ἐπιρρόμ-
βεισι δ᾽ ἄκουαι,
Ψῦχρα δ’ ἴδρως κακχέεται, τρόμος δὲ
Παῖσαν ἄγρει, χλωροτέρα δὲ ποίας
Ἔμμι, τεθνάκην δ᾽ ὀλίγω ’πιδεύης
φαίνομ’ ἔμ’ αὔτᾳ·
Ἀλλὰ πᾶν τόλματον, ἐπεί κ‹' ἄεργον,
Ψάπφ', ὀνειδίσαις ἄτε› καὶ πένητα
[Ὤς ἀπόλλυνται βασίληες ὄλβι-
αί τε πόληες].
Σύστασις βʹ· Κάλλος
ηʹ· Κέλομαί σε, Γογγύλα
Καμ με
Τυί]δ̣ε̣, φ̤[ιλτάτα, κ]έλομαι σ[πόλαν σάν,
Γο]γ̤γύλ̣α̣, π̣[έφα]νθι λάβοισ̣α̣ μ̤ά̤[λαν
Γλα]κ̣τίνα̣ν̤· σ̣ὲ δηὖτε πόθος̣ τ̣[έουτος]
Ἀμφιπότατ̣αι
Τὰν κάλαν· ἀ γὰρ κατάγω̤γις αὔ[τ]α [μ'
Ἐπτόαισ' ἴδο̣[ι]σαν· ἔγω δὲ χα̣ίρω·
Καὶ γὰρ αὔτ̤α δὴ τ̣[όδ]ε μέμφ̤[εταί σοι
Κ]υπρογέν[ηα·
Τ]ᾶ̤ς ἄρ̣αμα̤[ι
Τ̤οῦτο τὦ[πος
Β]όλλομα̤[ι
… ]
Ἄλλα ἄρχα
Ν]ῦ̤ν̤, φ̤[ίλα, σὲ μὰν κ]έλομαι· σ[πόλαν σάν,
Γο]γ̤γύλ̣α̣, π̣[έφα]νθι λάβοισ̣α̣ μ̤ά̤[λαν
Γλα]κ̣τίνα̣ν̤· σ̣ὲ δηὖτε πόθος̣ τ̣[έουτος]
Ἀμφιπότατ̣αι
Κὰτ τὸν Τεδέσκι καὶ κάμ με
Τυί]δ̣ε̣, φ̤[ιλτάτα· κ]έλομαι σ[' ἀείδην
Γο]γ̤γύλ̣α̣ν̤, [Ἄβα]νθι, λάβοισ̣α̣ν̤ ἄ̤[βραν
Πᾶ]κ̣τιν, ἆ̣ς̤ σ̣ε δηὖτε πόθος̣ τ̣[έουτος]
Ἀμφιπότατ̣αι
Τὰν κάλαν· ἀ γὰρ κατάγω̤γις αὔ[τ]α[ν
Ἐπτόαισ' ἴδο̣[ι]σαν· ἔγω δὲ χα̣ίρω·
Καὶ γὰρ αὔτ̤α δή π̣[οτ'] ἐμέμφ̤[ετ' ὔμμε
Κ]υπρογέν[ηα·
Ὠ̤ς ἄρ̣αμα̤[ι
Τ̤οῦτο τὦ[πος
Β]όλλομα̤[ι
… ]
θʹ· Ἀοίδα ἐς κάλαν γύναικα
Λὀγος ὀ νεώτερος
[……………………
……………………
…] ἔ̤ρωτος ἤλ̣γ̣[ει
……
Ὠς ἔγω γὰρ ἄν]τ̣ι̣ον εἰσίδω σ[ε
Φαίνεταί μ'οὐδ'] Ἐ̤ρμιόνα τεαύ̤[τα
Ἔμμεναι,] ξάνθαι̊ δ' Ἐλέναι̊ σ' ἐΐσ[κ]ην
[Οὖδεν ἄει]κες,
Ὠς θέ]μ̤ις θνάταις· τόδε δ' ἴσ[θι] τᾶι̊ σᾶι̊
[Καρδίαι̊] π̣αίσαν κέ μ̣ε τᾶν μερίμναν
Ταῖσ' ἀϝέλ]λ̤αισ' ἀντίδ[οσιν, π]ό̤θοις δὲ̤
[Πάντας ἄγην σοί.
Λωτίνοις δὲ πρὸς δροσόεν]τας ὄχθοις
Βᾶν κ' αἰ ἔθναισκές ποτ', ἐπαινέσω σ'] ἄ͜ιν
Ὤς μοι ἔσσετ', ἄμμε δὲ παν]ν̣υχίσ̤[δ]η̣ν
[Πόλλα ποθήω.]
Λὀγος ὀ παλαιότερος
[……………………
……………………
…] ἔ̤ρωτος ἤλ̣γ̣[ει
……
Ὠς ἔγω κ' ἄν]τ̣ι̣ον εἰσίδω σ[ε
Καίτοι οὐ φύν'] Ἐ̤ρμιόνα τεαύ̤[τα
Φαίνεται,] ξάνθαι̊ δ' Ἐλέναι̊ σ' ἐΐσ[κ]ην [μ'
Οὖδεν ἄει]κες,
Αἰ θέ]̤ις θνάταις· τόδε δ' ἴσ[θι] τᾶι̊ σᾶι̊
Καλλόναι̊] π̣αίσαν κέ μ̣ε τᾶν μερίμναν
Ταὶς θυή]λ̤αισ' ἀντίδ[ίδων, π]ό̤θοις δὲ̤
Παῖσί σε τίην]
Ἀ̄χέροντος δ' ἐς δροσόεν]τας ὄχθοις
Κατθανοίσας βᾶν κε σέθεν, σέθεν τ'] αἶν'
Αὔξετ' ὤς μοι ἔστι τε, παν]ν̣υχίσ̤[δ]η̣ν
[Σύν τέ σ' ἔρημαι.]
ι(α)ʹ· Φίλτατον Γαίας γένος Ὀρράνω τε
[Ο]ἰ μὲν ἰππήων στρότον οἰ δὲ πέσδων
Οι δὲ νάων φαῖσ' ἐπ[ὶ] γᾶν μέλαι[ν]αν
[Ἔ]μμεναι κάλλιστον· ἔγω δὲ κῆν' ὄτ-
τῳ τις ἔραται.
[Πά]γ̣χυ δ' εὔμαρες σύνετον πόησαι
[Π]ά̣ντι τ[ο]ῦ̣τ̣'· ἀ γὰρ πόλυ περσκέθ̣οισα
Κ̤άλ̤λ̣ο̣ς̤ [ἀνθ]ρώπων Ἐλένα̤ [τ]ὸ̤ν ἄνδρα
Τ̣ὸν̤ [πανάρ]ι̤στον
Κ̤αλλ[ίποι]σ̣' ἔβα 'ς Τροΐαν πλέο̣ι̣σα
Κωὐδ[ὲ π]α̤ῖ̣δος οὐδὲ φίλων τοκήων
Π̣ά[μπαν] ἐμνάσθ' ἀλλὰ παράγ̤αγ' αὔταν
[Κ]ω̤[ὐκ ἀέκοι]σαν
[Κύπρις· ἄγν]αμπτον γὰρ [ἔχει] ν̣όημμα
[Καὶ τέ]λ̤ε̤ι̤ κούφως τ[ό κέ πο]ι̤ ν̣οήσῃ̣
[Ὤς] μ̤ε̣ νῦν Ἀνακτορί[ας ὀ]νέμναι-
[σ' οὐ] π̣ἀρ̣εοίσας.
[Τᾶ]ς ‹κ›ε βολλοίμαν ἔρ̣ατόν τε βᾶμα
Κ̣ἀμάρυχ̣μα λάμπρον ἴδην προσώπω
Ἢ̣ τὰ Λύδ̣ων ἄρματα κἀν ὄπλοισι
[Πεσδομ]άχεντας
ι(β)ʹ· Ὄλβος αὖ βρότοισιν οὔκ ἐστι πάμπαν
[Ὀλβίοι]ς̤ μὲν οὐ δύνατον γένεσθαι
[πάμπ]α̤ν ἀνθρώπ[οις, π]εδέχην δ' ἄρασθαι
[ἔστιν ἔσλων μοῖραν·] ἔγω δ' ἔμ̣' α̤ὔ̣τ̣ᾳ
Τοῦτο σύνοιδα.
[Στρόφαι τινές δύνανται τυίδε ἀπολωλέκεσθαι.]
[–u–x–u] . . . . . γ̤έ̤νεσθαι
Ο[u–x–]+.+ . ἔ̤β̤ας ἐπ' ἄκρας
Τα[u–x–]ν χ+ί+ον'· ἀ̣ δὲ πόλλα
Πρὸς [uu–x]
Ὠς δ[u–x–uu]+.+ως ἀπέχθην
Το[u–x] . ε̣ . δύ̣να̣(.)τ̣', ὄτ̤τ̤ινας γ̤ὰρ
Εὖ θ̤έ̤ω̣, κ̤ῆ̤νοί με μάλ̤ισ̣τα σίννοντ̣'
ἐξ ἀδοκή[τω.]
ι(γ)ʹ· Φίλτατον Γαίας γένος Ὀρράνω τε
[Ο]ἰ μὲν ἰππήων στρότον οἰ δὲ πέσδων
Οι δὲ νάων φαῖσ' ἐπ[ὶ] γᾶν μέλαι[ν]αν
[Ἔ]μμεναι κάλλιστον· ἔγω δὲ κῆν' ὄτ-
τῳ τις ἔραται.
[Πά]γ̣χυ δ' εὔμαρες σύνετον πόησαι
[Π]ά̣ντι τ[ο]ῦ̣τ̣'· ἀ γὰρ πόλυ περσκέθ̣οισα
Κ̤άλ̤λ̣ο̣ς̤ [ἀνθ]ρώπων Ἐλένα̤ [τ]ὸ̤ν ἄνδρα
Τ̣ὸν̤ [πανάρ]ι̤στον
Κ̤αλλ[ίποι]σ̣' ἔβα 'ς Τροΐαν πλέο̣ι̣σα
Κωὐδ[ὲ π]α̤ῖ̣δος οὐδὲ φίλων τοκήων
Π̣ά[μπαν] ἐμνάσθ' ἀλλὰ παράγ̤αγ' αὔταν
Ο̤[ὐδὲ θέλοι]σαν
[Κύπρις· ἂ γν]αμπτον π̣αρ[άγει] ν̣όημμα
[Τὦμον,] ὠ̤ς̤ κούφως τ[ετόρη]ν̤ ν̣οήσῃ̣
[Κἄ]μ̤ε̣ νῦν Ἀνακτορί[ας ὀ]νέμναι-
[σ' οὐ] π̣ἀρ̣εοίσας.
[Τᾶ]ς ‹κ›ε βολλοίμαν ἔρ̣ατόν τε βᾶμα
Κ̣ἀμάρυχ̣μα λάμπρον ἴδην προσώπω
Ἢ̣ τὰ Λύδ̣ων ἄρματα κἀν ὄπλοισι
[Πεσδομ]άχεντας
[Ἀλλ' ἔρο]ν̤ μὲν οὐ δύνατον γένεσθαι
[πάμπ]α̤ν ἀνθρώπ[ῳ, π]εδέχην δ' ἄρασθαι
[Τῶ κάλω λέλογχεν·] ἔγω δ' ἔμ̣' α̤ὔ̣τ̣ᾳ
Τοῦτο σύνοιδα.
ι(δ)ʹ· Ὄττινας γὰρ εὖ θέω
[Στρόφαι τινές δύνανται τυἴδε ἀπολωλέκεσθαι.]
[Φαῖσί σ' αὔταισιν τό]τ̣α̣ σ̣υ̣γ̤γ̤έ̤νεσθαι
Ο[u–x–]+.+ . . . ἆς ἐπ' ἄκρας
Τα[u–x–]ν χ+ί+ον'· ἀ̣ δὲ πόλλα
Πρὸς [uu–x]
Ὠς δ[u–x–uu]+.+ων ἀπέχθην
Το[u–x] . ε̣ . δύ̣να̣(.)τ̣', ὄτ̤τ̤ινας γ̤ὰρ
Εὖ θ̤έ̤ω̣, κ̤ῆ̤νοί με μάλ̤ισ̣τα σίννοντ̣'
ἐξ ἀδοκή[τω.]
ιαʹ· Κλέϊς
Ἔστι μοι κάλα πάϊς, || χρυσίοισιν ἀνθέμοισιν
ἐμφέρη‹ν› ἔχοισα μόρφαν, || Κλέϊς ‹μοι› ἀγαπάτα,
ἀντί τᾶς ἔγω οὐδὲ Λυδίαν || παῖσαν οὐδ' ἔρανναν.
[Λέσβον ἐσλάβοιμί κεν… ]
ιβʹ· Ἄστερες καὶ σελάννα
Ἄστερες μὲν ἀμφὶ κάλαν σελάνναν
Ἂψ ἀπυκρύπτοισι φάεννον εἶδος,
Ὄπποτα πλήθοισα μάλιστα λάμπῃ
ἀργυρία γᾶν.
Σύστασις γʹ·
Ἀπὸ χαράς τᾶς ἀγάπας
ἐς ἐπιφανίαις θεάων
ιγʹ· Ἦλθες
ἦλθες, κά‹λ'› ἐπόησας, ἔγω δέ σ᾿ ἐμαιόμαν,
ὂν δ᾿ ἔ‹ψυ›ξας ἔμαν φρένα καιομέναν πόθῳ·
χαῖρε πόλλα ‹σὺ κάλ’› ἰσάριθμά ‹τε› τῷ χρόνῳ.
ιδʹ· Εἰδύλλιον σὺν τᾷ Ἀφροδίτᾳ
Λόγος ὀ παλαιότερος
Δ̤εῦρύ μ' ἐκ Κρήτας +ἐ+πὶ̤ τ̣[όνδ]+ε+ ναῦον
Ἄγνον, ὄππ̣[αι̊ δὴ] χάριεν μὲν ἄλσος
Μαλί̣[νων], β̤ῶμοι δ' ἔν̣ι θυμιάμε-
νοι [λι]β̤ανώτω‹ι̊›·
Ἐν δ' ὔδωρ ψῦχρον κελάδει δι' ὔσδων
Μαλίνων, βρό‹δ›οισ‹ι δ›ὲ παῖς ὀ χῶρος
‹Ἐ›σκίαστ̤', ⌟αἰθυσσομένων δὲ φύλλων
Κῶμα κατάῤῤει·
Ἐν δὲ λείμω[ν] ἰπ̣π̣όβοτος τέθαλε̣
‹Ἠ›ρίνο̣ισ‹ιν› ἄνθεσιν, αἰ ‹δ'› ἄητα̤ι
Μέλλιχα πνέ̤ο̤ισι [φύτων] κ̤α̤ρ̣άνο-
θεν κατίο‹ι›[σαι.]
Ἔλθε δὴ σὺ̣ σ̣τ̣έ̤μ̤[μα]τ̤' ἔλ̣ο̣ισα, Κύπρι,
χρυσίαισιν ἐν κυλίκεσσιν ἄβρως
συμμεμίγμε̣νον θαλίαισι νέκταρ
οἰνοχόεισα.
Λόγος ὀ νεώτερος
Δ̤εῦρύ μ̌' ἐκ̌ Κρήτας π̣ρ̣[οφάνη]|+θ' ἔ+ναυ‹λ›ον
Ἄγνον ὄππ̣[ᾳ δὴ] | χάριεν μὲν ἄλσος
Μαλί̣[αν] | β̤ῶμοι δ' ἔν̣ι θυμιάμε-
νοι | [λι]β̤ανώτω
ἐν δ̌' ὔδωρ ψῦχρον̤ | +κε+λ̣άδ̌ε̌ι̌ δ̣ι' {δ}ὔσ̣‹δ›ων
Μαλίαν | βρόδ̌οισ‹ι› δ̌ὲ πα̌ῖ̌ς̣ ὀ χῶρος
{Κ}‹Ἐ̌›σκίαστ' α̣ἰθυσσομένων δὲ φύλλω[ν] |
Κ̣ῶ̣μ̤α καταίρ̣ε̌ι̌{ον}
Ἐν δὲ λείμω[ν] | ἰπ̣π̣όβοτος τέθαλε̣
{Τ̣ω̣τ̣ι} ᾽Ἠ̣{ν}ρι|ν̌ο̣ίσ‹ιν› ἄνθεσιν αἰ ‹δ› ἄη̌τα̤ι
Μέλλι|χα πνέ̤ο̤ισιν [ἐπ' ἄμμ' ἀπ' ὠρά-
νω κατίοισαι.]
Ἔνθα δὴ σὺ̣ δ̣ό̣ς̤ μ̤[ε] | θ̤έλ̣ο̣ισα Κύπρι
Χρυσί̌αισ‹ιν› ἐν κυ|λί̣κ̣ε̤σσιν ἄ‹β›ρως
‹ὀ›μ‹με›μείχμενον θαλ̣ία̌ι̌σ̣̌ι̣ | +ν+έ̤κ̣τ̣αρ
‹οἰ›νοχόαισα[ι].
ιεʹ· Χερρόμακτρα
[Νύκτι τᾷδε σύ μ' εἴσαο,
Ὦ χρυσόστεφαν' Ἀφρόδιτ'
Ὄναρ ἀθανάτω τέω πλέκοισα
Κρᾶτος ἀμβροσίαν κόμαν,]
Χε‹ρ›ρόμακτρα δὲ κὰ‹κ κ›ό‹μα›ν,
Πορφύρα κατα‹ρ›ταμένα, τὰ Τῖμας
Ἔς ‹τ›' ἔπεμψ’ ἀπὺ Φωκάας,
Δῶρα τίμια κὰ‹κ κ›ό‹μα›ν.
ιςʹ· Ὕμνος πρὸς τὰν Ἀφροδίταν
Ποικιλόθρον’ ἀθάνατ’ Ἀφρόδιτα,
Παῖ Δίος, δολόπλοκε, λίσσομαί σε·
Μή μ’ ἄσαισι μήτ’ ὀνίαισι δάμνα,
Πότνια, θῦμον,
Ἀλλὰ τυίδ’ ἔλθ’, αἴ ποτα κἀτέρωτα,
Τᾶς ἔμας αὔδως ἀίοισα πήλυι,
Ἔκλυες, πάτρος δὲ δόμον λίποισα
Χρύσιον ἦλθες,
Ἀρμ’ ὐπασδεύξαισα, κάλοι δέ σ’ ἆγον
Ὤκεες στροῦθοι περὶ γᾶς μελαίνας,
Πύκνα δίννεντες πτέρ’ ἀπ’ ὠράνωἴθε-
ρος διὰ μέσσω,
Αἶψα δ’ ἐξίκοντο· σὺ δ’, ὦ Μάκαιρα,
Μηδιάσαισ’ ἀθανάτῳ προσώπῳ,
Ἤρε’ ὄττι δηὖτε πέπονθα, κὤττι
Δηὖτε κάλημι,
Κὤττι μοι μάλιστα θέλω γένεσθαι
Μαινόλᾳ θύμῳ· «τίνα δηὖτε †πείθω
‹Κ›αί σ’ ἄγην† ἐς ‹ϝ›ὰν φιλότατα, τίς τ’, ὦ
Ψάπφ’, ἀδικήει;
Καὶ γὰρ αἰ φεύγει, ταχέως διώξει,
Αἰ δὲ δῶρα μὴ δέκετ’, ἄλλα δώσει,
Αἰ δὲ μὴ φίλει, ταχέως φιλήσει,
Κωὐκ ἐθέλοισα».
Ἔλθε μοι καὶ νῦν, χαλέπαν δὲ λῦσον
Ἐκ μερίμναν, ὄσσα δέ μοι τέλεσσαι
θῦμος ἰμέρρει, τέλεσον· σὺ δ᾽ αὔτα
σύμμαχος ἔσσο.
ιζʹ· Πότνια Ἥρα
Πλάσιον δή μ[' ἄμφι β]ρ̤̣έ̤̣μ̤̣οισ' ἀ[γέσθ]ω,
Πότνι' Ἦρα, σὰ χ[αρίεσ]σ̤̣' ἐόρτ̣α̤̣
Τὰν ἀράταν Ἀτρ[εΐδα]ι̤̣ π̤ό̤ησαν-
τ' οἰ βασίληες
Ἐκτελέσσαντες μ̣[εγα]λ̣οις ἀέθλοι[ς
Πρῶτα μὲν πὲρ Ἴ̤[λιο]ν̤̣, ἄψερον δὲ̣
Τυίδ' ἀπορμάθεν̣̣[τες· ὄδ]ον γὰρ ε̣ὔρ̣η̤̣[ν
Οὐκ ἐδύναντο
Πρὶν σὲ καὶ Δί' ἀντ̤[ίαον] π̣εδέλθην
Καὶ Θυώνας ἰμμ̤̣[ερόεντα] πα̤̣ῖδα̣
Νῦν δὲ κ[ἄμμες σοὶ γερά]ρ̤̣α̤̣ π̣όημεν
Κὰτ τὸ πά[λαιον
Ἄγνα καὶ κα̣[λ'· εἶσι δὲ τυίδ' ὄδ' ὄχ]λος
Παρθε̤̣[νων τ' ἄμ' εὐχομέναν γ]υν̤̣αίκων·
Ἀμ̣φὶ σ̣ὸ[ν βῶμον πύκιναι θέλοισι]
Μέτρ' ὀλ[ολύσδην
]
. . α̣ν̣ιλ[[
Ἔμμεν[
.]ρ̣απικε[
ιηʹ· Περὶ τὸ τέλεσαι ἐόρταν
…
π]α̣ρκάλεισ̣ι τὰς ἐλ̣[
πάμ]παν· οὐκ ἔχη[σθα, πόθεν δυναίμαν,
μ]ᾶ̤τερ, ἐόρταν
φαιδί]μ̣αν ὤρᾳ τέλε[σαι; τὸ δ' ἐστὶ
χάρμ' ἐ]παμέρων· ἔμ[ε δ' εὔφρον' εἴη
τυγχά]ν̤η̣ν̤, θ̣ᾶς ἄμ[μι θέοι δίδωσι
φθόγγ]ο̣ν ἄκουσαι
Πακτίδ]ω̣ν' οὖτος δὲ[u–u–x
–u] ἢ νῦν̣ ἀ̣βλ̣α̣β̤̣[ u–u–x
–u]α̣ς δίδων τα[u–u–x
–u π]όησεν·
. . . . .
]ἐ̣πισ̣σ̣[
–u– ἄ]ν̣υστον· ε̣[–u–x
κῆ]νο̤̣ τελέσθ̣η[ν
–] δ̣' ἔ̣γω πάμπ[αν uu–u–x
–u] . αν . γλώσσα [uu–u–x
–] . τα̣πυγνώ[–uu–u–x
–] ἄ̤̣ρ' ὀφέλλης̣
–] ἔρων ε . . [–uu–u–x
…
Σύστασις δʹ· Ἐπιθαλάμια
ιθʹ· Ἔκτωρ καὶ Ἀνδρομάχα
Κυπρο ̣[ 22-24 letters ]αι ̣
Κᾶρυξ ἦ̣λ̣θ̣[ε] θ̣ό[ων δυνάμι μ]ε̣λ̣[έων ἔ]θ̣εις
Ἴδαος τάδε κα[ῖν]α [φόρ]ε̤̣ις̣ τ̣άχυ̣ς̣ ἄγγ̣ε̣λος
«[
Eἶς ἢ πλείονες ἂπ στίχοι εἶσι, τελεύταος
Τούτων ἐν δὲ τελεύτᾳ ἴσως ἔχεν Ἰλίω]
Τᾶς τ᾽ ἄλλας Ἀσίας [τά]δ̣᾽ ἔσ̤αν κλέος̣ ἄφθιτον·
Ἔκτωρ κ‹ο›ἰ συν̣έται̣ρ̤̣[ο]ι̣ ἄ̣γ̤̣οι̤̣σ᾽ ἐλικώπιδ̣α̣
Θήβας ἐξ ἰέρας Πλακίας τ᾽ ἀπ̤̣᾽ [ἀϊ]‹ν›νάω
Ἄβραν Ἀνδρομάχαν ἐνὶ ν̣αῦσιν̣ ἐπ’ ἄλ̣μ̣υρ̣ον
Πόντο̣ν̣· πόλλα δ̣᾽ [ἐλί]γ̣ματα χρ̣ύσια κἄμματα
Πορφύρ[α κά]λα τ’ αὖ τ[ρό]ν̤α̣, πο̣ί̣κ̣ι̤̣λ᾽ ἀθύρματα,
Ἀργύρ̤̣[α τ᾽] ἀνάριθμα ποτήρια κἀλέφαις.
Ὤς εἲπ̣’· ὀτραλέως δ’ ἀνό̣ρ̤̣ουσε̣ π̤άτ̣[ηρ] φίλος·
Φάμα δ’ ἦ̤λ̤θε κατὰ πτ̣ό̣λιν εὐρ̤̣ύ̣χ[ορο]ν φίλοις·
Αὔ̤̣τικ’ Ἰλίαδαι σ̤̣ατί̤̣να̤̣ι̤̣[ς] ὐπ’ ἐϋ̣τρόχοι̣ς
Ἆγ̣[ο]ν αἰμονίοις̣· ἐ̤̣π̤̣[έ]β̤αινε̣ δὲ̤̣ παῖς ὄχλος
Γ̣υ̤̣νάι̣κ̣ων τ’ ἄμα π[αρ]θ̤ενί̣κ̣α̣ν̤̣ τ̣’ ἀ[παλ]ο̤̣σ̣φ̣ύρω‹ν›·
Χῶρις δ̤̣’ αὖ Περάμοιο θύ̤̣γ̣[α]τ̤̣ρ̤ες [ἐπήϊσαν]
Ἴππ̣[οις] δ̣’ ἄ̤̣νδρες ὔπαγο‹ν› ὐ̣π’ ἄ̣ρ[ματα, σὺν δ’ ἴσαν]
Π[άντ]ε̤̣ς ‹ἀ›ί̣[θ]εοι· μεγάλω[σ]τ̣ι δ̤’ [ἴεν μέγας]
Δ[ᾶμος], κ̤̣ἀν̣ιόχοι φ[αλάροισι κεκαδμέναις]
Π̣[ώλοις ἔ]ξαγο[ν ἐκ πόλεως τότα τᾶς φίλας.
Στίχοις τυίδε λέγοισιν ἀπέμμεν ἄπαντες αὖ.
[Ὄτα δεῦτ’ ὀχέων ἐπέβαν ἴ]κελοι θέοι[ς
[Ἔκτωρ Ἀνδρομάχα τ’, ὄλοι] ἄγνον ἀόλ̣[λεες]
Ὄ̤̣ρ̣μα‹ν›α̤⌞[ι τότα Τρῶες ἔβαι]νον ἐς Ἴλιο[ν],
Αὖ̣λος δ’ ἀ̣δ̣υ̤[μ]έ̣λη⌞[ς κίθαρίς] τ’ ὀνεμ‹ε›ί‹χ›νυ[το]
Καὶ ψ[ό]φο[ς κ]ροτάλ⌞[ων, λίγε]ως δ’ ἄρα πάρ̣[θενοι]
Ἄειδον μέλος ἄγν̤̣⌞[ον, ἴκα]νε δ’ ἐς̣ α̤̣ἴ̤̣[θερα]
Ἄχω θεσπε̣σί̣[α], γέλ̤⌞[ος
Πάντᾳ δ’ ἦς κὰτ ὄδο⌞[ις
Κράτηρες ⌜φίαλ⌝α̣ι̣ ρ̤⌜ο⌞⌝[. . .] . ε̣δ̣ε̣ [. .] . [.] . [
Μύρρα καὶ κασία λίβ⌞ανό[ς] τ’ ὀνε̣δ̣έχνυτο.̣
⌜Γύ⌝ν⌜αικες δ⌝’ ὀ⌜λό̤λυσδ⌝ο⌞ν̣ ὄ̣σαι προγενέστερα[ι],
⌜Πάντες δ’ ἄνδρ⌝ε⌜ς⌝ ἐ̣⌞πήρατον ἴαχον ὄρθιον
⌜Πάον’ ὀνκαλέο⌝ν⌜τες⌞ ἐκάβολον εὐλὐραν,
῎⌜Υμνην δ' Ἔκτορα κἈ⌞νδρομάχαν θεοίκελ̤̣ο̤̣[ις
Δευτέρῳ τῷ ἔγω λέγον· «Ἂπ στίχοι εἶσι τυίδ’»,
Ἔνθα ψάπφικον ἄλλο πόημα πότηρχ' ἴσως.
κʹ· Δαύοις
Δαύοις ἀπάλας ἐτα‹ί›ρας ἐν στήθεσιν .
καʹ· Ἀείσωμεν ὑπὲρ τῶ ζεύγεος
[–u–x–uu–u–x
–u–x–uu–u–x
Καίτ' ἄραμαι τάνδε διπλάσιάν μοι
νύκτ[α γέ]ν̣[εσθαι.]
πάρθενοι δ[ὲ ταίσδεσι πρὸς θύραισιν]
παννυχίσδοι̤̣[σ]α̣̣ι̤̣[, πολύολβε γάμβρε,]
σὰν ἀείδοιε̤̣ν φ[ιλότατα καὶ νύμ-]
φας ἰοκόλπω.
ἀλλ᾽ ἐγέρθε̤̣ι̣ς, ἠϊθ[έοις καλέσσαις]
στεῖχε σοὶς ὐμάλικ̤̣[ας, ὠς ἐλάσσω]
ἤπερ ὄσσον ἀ λιγ̣ύφω̤̣[νος ὄρνις]
ὔπνον [ἴ]δωμ̣εν.
κβʹ· ᾽Υμήναον
Ἴψοι δὴ τὸ μέλαθρον,
ὐμήναον,
ἀέρρετε, τέκτονες ἄνδρες·
ὐμήναον.
5 γάμβρος ϝῖσος Ἄρευι,
ὐμήναον,
ἄνδρος μεγάλω πόλυ μέσδων,
ὐμήναον.
Πέρροχος, ὤς ποτ' ἄοιδος
᾽Υμήναον
Ὀ Λέσβιος ἀλλοδάποισιν.
᾽Υμήναον
κγʹ· Οἶον τὸ γλυκύμαλον
Σαπφοῦς ἦν ἄρα μήλῳ μὲν εἰκάσαι τὴν κόρην
οἶον τὸ γλυκύμαλον ἐρεύθεται ἄκρῳ ἐπ’ ὔσδῳ,
ἄκρον ἐπ’ ἀκροτάτῳ, λελάθοντο δὲ μαλοδρόπηες·
οὐ μὰν ἐκλελάθοντ’, ἀλλ’ οὐκ ἐδύναντ’ ἐπίκεσθαι…
τὸν νυμφίον τε Ἀχιλλεῖ παρομοιῶσαι καὶ εἰς ταὐτὸν
ἀγαγεῖν τῷ ἥρωϊ τὸν νεανίσκον ταῖς πράξεισι.
κδʹ· Οἴαν τὰν ὐάκινθον
Οἴαν τὰν υάκινθον ἐν ὤρεσι ποίμενες ἄνδρες
πόσσι καταστείβοισι, χάμαι δέ τε πόρφυρον ἄνθος...
κεʹ· Ὄλβιε γάμβρε
Ὄλβιε γάμβρε, σοὶ μὲν δὴ γάμος ὠς ἄραο
ἐκτετέλεστ’, ἔχηις δὲ πάρθενον, ἂν ἄραο.
Σοὶ χάριεν μὲν εἶδος, ὄππατα δ’ ‹ἐστί, νύμφα›,
μέλλιχ’, ἔρος δ’ ἐπ’ ἰμέρτῳ κέχυται προσώπῳ·
5 ‹Δῆλα τὰ δὴ› τετίμακ’ ἔξοχά σ’ Ἀφροδίτα.
Σύστασις εʹ· Λύπα,
ὄργα, ἔχθρα
κςʹ· Καλλέλοιπάς με
[Καλλέλοιπάς μ’. Ὦμ’.] Ἐμέθεν δ’ ἔχησθα
‹ Ἤ σὺ› λάθαν, [φιλτάτα,] ἤ τιν’ ἄλλον
‹Μᾶλλον› ἀνθρώπων ἐμέθεν φίλησθα;
[Τίς δέ κεν εἴην;]
κζʹ· Δέδυκε μὲν ἀ σελάννα
Κὰτ τὸν Ήφαιστίονα
Δέδυκε μὲν ἀ σελάννα
καὶ Πληΐαδες· μέσαι δὲ
νύκτες, παρὰ δ’ ἔρχετ’ ὤρα·
ἔγω δὲ μόνα κατεύδω.
Κὰρ Ραίνερ καὶ Κόβατς
Δέδυκε μὲν ἀ σελάννα
καὶ Πλ‹εί›αδές· ‹εἰσι› μέ‹σ›σαι·
νύκτ‹ο›ς ‹δὲ› παρ‹έ›ρχετ’ ὤρα·
ἔγω δὲ μόνα κατεύδω.
κηʹ· Ἀγροΐωτις
Τίς ‹σοι› δ' ἀγροΐωτις ‹θαλύει νῦν› νόον, ‹ὄττα δὴ›
Στόλαν ἀγροΐωτιν ‹περιβαίνει τοι› ἐπεμμένα,
Οὐκ ἐπισταμένα τὰ βράκε' ἔλκην ἐπὶ τῶν σφύρων;
κθʹ· Στάθι κἄντα
Καὶ ἡ Σαπφὼ δὲ πρὸς τὸν ὑπερβαλλόντως
θαυμαζόμενον τὴν μορφὴν καὶ καλὸν εἶναι
νομιζόμενόν φησι·
[Σὺ] στᾶθι ‹τυίδε› κἄντα ‹'μέθεν›, φίλος,
καὶ τὰν ἐπ' ὄσσοις ὀμπέτασον χάριν.
λʹ· Κατθάνοισα δὲ κείσῃ
Κατθάνοισα δὲ κείσῃ ͜οὐδέ ποτα μναμοσύνα σέθεν
ἔσσετ᾿ οὐδέ πόθα ͜‹εἰς› ὔστερον· οὐ γὰρ πεδέχῃς βρόδων
τὼν ἐκ Πιερίας, ἀλλ᾿ ἀφάνης κἀν Ἀίδα δόμῳ
φοιτάσῃς πεδ᾿ ἀμαύρων νεκύων ἐκπεποταμένα.
λαʹ· Μνάσετάι τις
Μνάσεσθαί τινα φαῖμι καὶ ‹ὔσ›τερον ἀμμέων.
λβʹ· Κατὰ Ἀνδρομέδαν
] . ακάλα . [
x–uu– – Δίος ἐξ] αἰγιόχω λά[χοισα
x–uu– – ] . Κ̣υθέρη' εὐ̣χ̣ομ[έναι̊ μ' ἄρηξον
x–uu– –uu– πρόφρ]ο̤ν ἔχοισα θῦμο̣[ν
x–uu– κλ]ῦθί μ' ἄρας αἴ π[οτα κἀτέρωτα
x–uu– –uu– ]ας π̣ρολίποισα Κ[ύπρον
x–uu– –uu ἦλθε]ς̤ πεδ' ἔμαν ἰώ[αν
x–uu– –uu– –] . ν χα̣λέπαι̊ μ̤[ερίμναι̊
[γʹ στίχοι ἀπεβλήθησαν]
] . ν
]α̣
θέ]ων μακ̤[άρων –uu– –uu– ] τ̣ύ̤χοισα
[κ]αὶ τοῦτ ἐπίκει̤[ρην, ἄγ', ἐμον πῆμα] θέλ' ὦν τ', ἀπαίσᾱν
[δ]αίμων ὀλοφ[ώι̊α φρένας, ὦμοι τέ]λ̤εσον νόημμα
σ̤ὺ μὰν ἐφίλης̣ [καί μ' ἐτέλης πάντα γ]ε, τῶν̣ κάλημι
ν̤ῦν δ' ἔννεκα [τοῦτ' ἄρκεσον ὦμοι] πεδὰ θῦμον αἶψα
τόδ' αἴτιον οὔτ' [αἶσχρον, ἔφα, κὤ]σ̣σα τύχην θελήσηι̊ς
ο̣ὐδὲν πόλυ πά̣[σασθαι, ἀλάθως γὰ]ρ ἔμοι μάχεσθαι̤ 7
ο]ὐδ' Ἀ̤[νδ]ρομέ[δ' οἶ', ὄσσα δίαιται χ]λιδάναι̊ 'πίθεισα
ἔρξ', οὐ] λ̤ελάθ̣[ην ἀθανάτοις ἔστ]ι, σὺ δ' εὖ γὰρ οἶσθα
κ̤ρότην Νέμε[σιν κῆνον ὂς αἶσχρ' οἶδε κρ]έτει τ' ἀό̣λ̣λ̣εω̤ν̤
Ψάπφοι, σ̣ε φίλ[εισ' ἀμφ' ὀχέεσ' ἤρμοσε κύ]κ̣λα σ[οί τε]
Κύπρωι̣̊ β̣[α]σίλ[η' ἦλθ' ἰκετεύοισα Δί' αἶψα σέ]μνα
κ̣αί τοι μέγα δ[ῶρον Κρονίδαις ϝο]ῖ̤ κατέν̤[ευσ' ὀπάσδην
ὄ]σσοις φαέθων̤ [Ἀέλοις φέγγεσιν ἀμφιβ]ά̣σ̣κ[ει
πάνται̊ κλέος [ἔσλον
καί σ' ἐνν Ἀχέρ̣[οντος
. ] . . [. . . . . . .]ν̣π̣[uu––uu––uu–u–] . ι
[ςʹ στίχοι ἀπεβλήθησαν]
]ηρος
λγʹ· Περὶ ἐξορίας
[6 x–uu–] . . [–uu κα]ὶ̣ γάρ μ' ἀπὺ τᾶς ἔμ̣[ας γᾶς]
ἄ̣μ[ι]λ̤λ' ἀ̤[πεκίν]η̤σ' ἀδο̤[κήτως μέν,] ὔ̤μως δ' ἔγεν[το
μ]νᾶμ[' –uu– ἀλ]λ̣ὰ [u– –u] ἴσαν θέοισιν
[νῦ]ν̣ δ' εἶμ' ἐ[πὶ ταύτᾱν ὀ]νίᾱν [δὴ καὶ] ἄσᾱν ἀλίτραν̤
[ἐπο]ρ̣σομέ̣ν[α, σὺν δ' ὀ]δ̣ύν̤[αισ' Ἀν]δρομέδαν̣ [ὐ]π̤άξ[ει
ἀπ]ά̤λικ' ὐπ' ἄ[ρμ' ὐψ]ιμέδο̤[ισ'] Ἄρ[τεμι]ς̤ ἀ μ̣ά̣κα̣[ιρ]α·
[ἀ δ'] ο̤ὐ̤κ̤ [ἀ]βά[κην] μὰ‹ν› στέ̣[ρ]εον δὲ τρόπον α[ἰσ]χ̤ύ-
οὔτι]ς γ̣ὰρ ἔ̣παυ[σ' ὄ]γ̤κ[ον ἐν αὔται̊,] κ̣όρο̤ν οὐ κατίσ[]χει̤ [νη[ται
[ἦ] μάν κ̣' ἀπύ̤θ̣υσ̣' [ὦ]κ̣' ἀ[γέλα]ν̣ Τ̤υνδαρίδαι[σιν ἄρνων]
καὶ] ἀρμονίας δ' ἀσυ[χ]ί̤α̤[ι̤̊] κὰ[τ] χαρίεντ' ἀρ̤[έσκοι
γ]άθην χόρον, ἆ, α[ἴ] κ' ἄδολον μ̤ηκέτι συν[
πᾶκτιν] δ̤ὲ λίγηαν̤ Μεγάραν̤ [τὰ]ν̣ ἀ[κάλ]α[ν λάβοισαν
ἴδην δύν]ατόν σφι̤[uu– –uu–u–x
x–uu] πάντεσσι̤[u– –uu– –uu–u–x
x–]επ[.] . [u––uu––uu–u–x]
λδʹ· Κατὰ Πωλυανακτίδαις
[xx–uu–ux
x–uu–u–x–ux
xx–uu–ux
ὄ]ρ̤γας̤ π̤εδὰ βαῖο[ν –x–u] . α
ἄ̣
δ̣σ̣[φ]οῖ Πωλυανακ̤τ̣[ίδ]α̣ι̣ς̣ []
α̤+ὔ+ταις Σαμία‹ι›σιν̣ ἐν̤ το̣ῖσ' α̤+ + οὐκ̣ ἦ̤ν̤
‹ἐν› χόρδαισι διακρέ̣κην Κό[ρ]ωνις
ο̣λ̣ι̣σ̣β̣ο̤δόκοι̣σ+ι+ περ̣κα̣θθ̤ώ̤μ̤ενος
τ̣ε̤ούτ̤+οι+σι φιλο̣φ̤[ρό]νως
[π]ᾶ̣κ̣τ̤ι̤ς̣ δ' ἐλ̣ελίσδ̤[ε]ται προ̤σ̣ανέ̣ως
{[. . (.)]+. (.) .+[.]}+εὔ+φω̣ν̤ο̣ς̣ δ̣ὲ δι' ὄ[στί]ων̤
[ἔρπει] μ̤υάλω δ' ἐ̤[πε]ί κ̤' ἔ̣νη τρ̣[έχε]ι {χ . .}
λεʹ· Πρὸς Ἀπόλλωνα
Λόγος ὀ νεώτερος
[Λάτως] τ̣ε̤ +κ+α̤ὶ Δ̣ί̣[ος] πάϊ[ς
–u–x x] +.+ . . ε . . . [.] ἔπι̤[]θ̤' ὄ̣ργιον
[Γρύνηα]ν̣ ὐλώ̤δη λί̣πων
[καὶ σὸν κλύ]τ̣ο̣ν̣ χ̣ρ̣η̣[σ]τή̣ριον
[–].[.]+. . (.)+ . . (+.+)[u–x xx–] . εϋμες̣ +.+ [.] +. (.)+ . [.]ων
[x–u–] . . . . [. . . . .
. . (.)]. . . . [.]. ([.]) . ἀ[μ]έ̣ραις+.+.
[x–]ρ̤σανον τ[ᾶ]ν̤ ὀ̤ρ̣γ̣ί̣αν
[x–u θ]ύσο̤μ̣ε̣ν [ux
x–u]ν ὐμνε[–ux]
κ̣α̣[ὶ]+.+[u–x]ε̣να+.(.)+[.]φο . [. . .]ν· ἀδε̣λφέαν
ὠς παῖ[σι –] . ο̣ . (.) [.] +. .+ . [ux] {.}
ο̤ὔτις δε̣[. . .]κ' εἴ̣[η] θέ̣λη[ι {.]+.+[. . (.)]}
δεί̣χ̣ν̣υσ[ίν γ]ε δηὖτε Π̤ω̣λυα̤ν̣ακτίδαν
τὸν μάρ̤γον̣ ὄν̣+δ+ε̣ιξα̣ι θέλω
Λόγος ὀ παλαιότερος
[Λάτως] τ̤ε κα̣ὶ Δ̣ί̣[ος] πάϊ[ς
–u–x x] . . ε . . . [.] ἔπι[]θ̤' ὄρ̣γιο̤ν
[Γρύνη]α̤[ν] ὐλ̣ώ̤δ̣η λίπ̣ων
[καὶ σὸν κλύ]το̣ν̣ χ̣ρ̣η̤[σ]τ̣ή̤ριον
[–].[u–x xx–] . ε̣ϋμες̣[. .] . [.]ων
[x–u–] . . . . [. . . . .
–u–x xx–] . . . . . . ἀ[μ]έ̣ραις
[x–]ρ̣σανον τ[ᾶ]ν̤ ὀ̤ργία̣ν
[–u–x xx– λ]υ̣σομεν [ux
x–u]νϋμνε[–ux]
κ̣α̣[ὶ u–x]ε̣να̣[.]φο . [. . .]ν {.} ἀδελφέαν
ὠς πάϊ[ς x] . ιο̣ . [. . .] . [u–ux]
ο̤ὔτις δε̣[. . .]κει̣ . θέ̣λ̣η[ι]
δεί̣χ̣ν̣υσ[ίν γ]ε δηὖτε Π̤ω̤λ̣υ̣α̤ν̤ακτίδαν
τὸν μάρ̣γον̣ ὄν̣δ̤ε̣ιξα̣ι̣ θέλω
λςʹ· Κατάρα
. . . . . ]α̣ μάκαι[ρα. . . . .
. . . . . ]εὐπλο.[. . . . .
. . . . .κ]ρ̤̣ᾶτος κα[ὶ . . . .
. . . . . ]
[ὄσσα δὲ πρ]όσθ’ [ἄμ]βροτε κῆ[ν’ ἔλυσεν]
. . . . . ]αταις̣ [ἀ]ν̣εμ̣[. . . κρέτησαι
[σὺν κάλᾳ] τ̣ύχᾳ λίμ̣[]ε̣νος κλ[ύτοιο.
. . . . . ].[ἄγνα
Κύ]πρι, κα[ί σ]ε πι[κροτάτ]α̣ν ἐπεύ[ροι
μη]δὲ καυχάσ[α]ιτο τόδ’ ἐννέ[ποισα
Δ]ωρίχα, τὸ δεύ[τ]ερον ὠς πόθε[ννον
εἰς] ἔρον ἦλθε.
Σύστασις ςʹ· Ψάπφω
καὶ ἄδελφος ϝός
λζʹ· Πρὸς Νηρήϊδας
Πότνιαι Νηρήϊδες̤, ἀ̤β̤λάβη[ν μοι
Τὸν̤ κ̣ασίγνητον δ[ό]τε τυί̣δ' ἴκε̣σθα[ι
Κὤτ̤τ̤ι ϝῶι̊ θύμωι̊ κε̤ θέλη γένεσθαι
Κῆνο τελέσ̤θην·
Ὄσσα δὲ πρ̤όσθ' ἄμβροτε πάντα λῦσ[αι,
Καὶ φίλοισι ϝοῖσι χάραν γένεσθαι
Κὠνίαν ἔχθροισι, γ̣ένοιτο δ' ἄμμι
Μ̣ή̣δαμα μ̣ήδεις
Τὰν κα̣σιγνήταν δὲ θ̣έλοι πόη̤σθα[ι
Μέ]σδονος̤ τίμας, [ὀν]ίαν δὲ λύγραν
Ἐκλύ]οι̤[τ]ο τοῖσι π̤[ά]ρ̤οιθ' ἀχε̣ύων
[Αὖτος ἐδά]μ̤να
Κῆρ, ὄνειδο]ς̤ εἰσαΐω[ν], τ̤ὸ κ' ἐγ χρῶι̊
Κἄ]μ̣μ̣' [ἔπηλ]λ̤' ἐπαγ[ορί]αι̊ πολίτ̤αν
Ὤ̤ς̤ ποτ' οὐ̤[κ ἄ]λ̤λω̤ς̤, [ἐσύ]νηκε δ' αὖτ' οὐ
δεν διὰ +μ+ά̤κρω
Καί τι μᾶ̤[λλ]ον αἰ κ[λ]έο[ς ἐ]ν̤ [βρότοι]σ̤ι
Γ̤νώσε̣+τ+' ἂ̤ψ [οἶ]ον̣, σὺ [δ]ὲ̤, Κύπ̤[ρ]ι σ̤[έμ]να,
Οὐκ̣ ὄν̣+ε+[κτον κα]τ̤θ̤εμ[έν]α κάκαν [ὔβ-
ριν, πίθε ἄμ]μ̤ι̤
ληʹ· Εὔχα ὤστε ἀποτρέπην χειμερίαις πορείαις
[–u–x–uu–u–x
–u–x–] ἔπι[θ]ε̣ς μά[καιρα
–u–x–]ε̣ γάνος δὲ καὶ [x
–uu–x
–u–x–u τ]υχαι̊ σὺν ἔσλαι̊ .[
–u–x– λί]μ̤ενος κρέτησαι
–u–x–uu γ]ᾶς μελαίνας
[–uu–x
Ἐν θυέλλαισι ζαφ]έλοισι ναῦται
[ἐκφοβήθεντες μ]εγάλαις ἀήται̣[ς
ἄββαλον τὰ φόρτι]α κἀπὶ χέρσω
[πλοῖον ὄκελλαν·
μὴ μάλιστ’ ἔγωγ’] ἄ̤μοθεν πλέοιμ̣[ι
χειμάσαντος μη]δὲ τὰ φόρτι’ εἶκ[α
ἐς βάθηα πόντο]ν̣ ἄτιμ’, ἐπείκη̣,
[πάντα βάλοιμι·
αἰ δὲ Νήρηϊ προ]ρέοντι πόμ̤π̤α̤[ι̊
ἐννάλωι̊ τἄμ’ ἐξέσετ]αι δέκε̣[σθαι
φόρτι’, ὠς τάχιστά γ’ ἄραμαι ὠς τ'] εἴ[-
αι̊ με προσέλθην.
–u–x–uu–]ι̣ν ἔργα̣[
–u–x–uu–u] χ̣έρσω̣[.
–u–x–uu–u–]γ̣α
–uu–x
λθʹ· Ἄεισμα τῶν ἀδέλφων
"Π[όλλα ἐλπίσδω γε Χάραξον ἄμμι
Πλήαι̊ ἔλθην νᾶϊ"· πρέποι κεν αὖτον
Μᾶλ]λο̤[ν ἐλπίσδην κατἴδην σάαι̊ σὺν
νᾶΐ] σε, Μα̤[ῖα,]
Ἀλλ' ἄϊ θρύλησθα Χάραξον ἔλθην
νᾶϊ σὺ‹ν› πλ‹ή›ᾳ· τὰ μὲν̣, οἴο̣μ̣αι, Ζεῦς
οἶδε σὔμπαντές τε θέοι, σὲ δ' οὐ χρὴ
ταῦτα νό‹η›σθαι,
ἀλλὰ καὶ πέμπην ἔμε καὶ κέλεσθαι
πόλλα λί̣σσεσθαι βασι̣λ̣ήαν Ἤ̣ραν
ἐξίκεσθαι τυίδε σάαν ἄγοντα
νᾶα Χάραξον,
κἄμμ' ἐπεύρην ἀρτέ̤̣μεας· τὰ δ' ἄλλα
πάντα δαιμόνεσσ̣ιν ἐπιτρόπωμεν·
εὔδια̣ι ‹γ›ὰ̣ρ̣ ἐκ μεγάλαν ἀήτα̣ν̣
αἶψα̣ π̣έ̤̣λονται·
τῶν κε βόλληται βασίλευς Ὀλύμπω
Δαίμον' ἐκ πόνων ἐπάρωγον ἤδη
περτρόπην, κῆνοι μάκαρες πέλονται
καὶ πολύολβοι.
Κ̣ἄμμες, αἴ κε τὰν κεφά̣λ̣α̣ν ἀέρρ̣η
Λάριχος, καὶ δή ποτ' ἄνηρ ‹γ›ένηται,
καὶ μάλ' ἐκ πόλλαν βαρυθυ̣μίαν̣ κεν
αἶψα λύθειμεν.
μʹ· Πρὸς Χάραξον
Συμπλήρωμα αʹ
. . . . . . . . . .
. . . . . . . . . .
. . . . . . . . . .
. . . . . ] δώσην. . . . . . [ 4
Αἰ κλ]ύτων μ̤έν̣ τ’ ἐπ[πότεαι πεδ’ ἄνδρων
κωὐ κ]άλων κἄσλων, ἐ̤[νέπεις δὲ χαίρην
τοὶς φ]ί̤λοις, λύπης τέ μ[ε, σοὶ γένεσθαι
φαὶς ἔ]μ̤’ ὄνειδος, 8
ἦτορ] οἰδήσαις, ἐπὶ τα̤[ῦτ’ ἀρέσκε͜ο
καρδ]ί̤αν· ἄσαιο· τὸ γὰρ ν̤[όημμα
τὦ]μ̣ον οὐκ οὔτω μ̣[αλάκως χόλᾳ παί-
δων] διάκηται· 12
ἀλλ]ὰ̣ μ̣ὴ̤ δ̣ό̤αζε· [γέροντας ὄρνῑς
οὐκ ἄγρη βρό]χ̣ις· συνίημ[’ ἔγω σε
οἶ πρὶν ἐσπό]λ̤ης κακότατο[ς, οἴῳ
δ’ ἀντετέθη]μεν 16
δαΐῳ. Σὺ δ’ ὦ]ν ἀτέραις, με[μήλων
λωι̊όνων, τίθ]η φρένας· εὔ[κολον γὰρ
νῶν τράφοισ]α̣ τοὶς μάκα[ρας σάφ’ οἶδ’ ἔ-
μοι παρέοντας.] 20
–u–-x–]α̣[u–u–x
–u–x–uu–u–x
–u–x–uu–u–x
–uu–x] 20
Συμπλήρωμα βʹ
. . . . . . . . . .
. . . . . . . . . .
[–u– τύ κεν δοκίμοις χάριν μοι
οὐκ ἀπυ]δώσην. . . . . . [ 4
[συμφ]ύτων μ̤έν̣τ' ἐπτ[ατόνοις λύραισι
καὶ κ]άλων κἄσλων ἐ̤[πέων ἀπέλλης
τοὶς φ]ί̤λοις, λύπης τέ μ[ε, κἀπορίπτης
εἰς ἔ]μ̤' ὄνειδος.
[ᾦ κεν] οἰδήσαις ἐπί τᾶ̤[ι̊ τε λώβαι̊
καρδ]ί̤αν· ἄσαιο· τὸ γὰρ ν̤[όημμα
τὦ]μ̣ον οὐκ οὔτω μ̣[αλάκως πρὸς ὄργαν
σὰν] διάκηται.
–]α̣ μ̣η̤δ̣[u–uu–u–x
–u–x–uu–u–x
–u–x–uu–u–x
–uu–x]
Σύστασις ζʹ·
Νοσταλγία τᾶς νεότατος
μαʹ
Συμπλήρωμα αʹ· Ἦσθα καὶ γὰρ δὴ σὺ πάϊς ποτ' ἄβρα
. . . . . . . . . .
. . . . . ]κ̤̣αιπ̤̣[. . . . .
. . . . . ] . [.] . [.]ν̣οσ[. . . . .
– ^ ^ – ]σι·[. . . . . 4
ἦσθ]α̤̣ καὶ γὰρ δ̤̣ὴ σὺ̣ πάϊς ποτ' [ἄβρα
κἀφ]ί̣λ̣η̤̣ς μέλ̤̣πεσθ'· ἄγι ταῦτα [πάντα
σοὶ] ζ̣ἄλεξαι κἄ̣μμ' ἀπὺ τῶδε κ[ῆρος
ἄ]δρα χάρισσαι·
σ]τ̤̣είχομεν γὰρ ἐς γάμον· εὖ δὲ̤̣ [δέρκῃ
κα]ὶ σὺ τοῦτ'· ἀλλ' ὄττι τάχιστ̣α [παίσαις
πα]ρ̤̣[θ]ένοις ἄπ[π]εμπε, θέοι [δ' ἄτιμον
μηδὲ]ν ἔ̣̣χοιεν̣.
ἀστίβης] ὄ̣δος̤̣ μ̤̣[έ]γ̤̣αν εἰς Ὄλ̣[υμπον
ἀ]νθρώ[πῳ ]αίκ . [
[................
................]
Συμπλήρωμα βʹ· Οὖδεν ἄεικες ἦσκεν
[–u] . καὶ γὰρ ο̣[ὖδεν ἄεικες ἦσκεν
αἴ τ]ι̣ν̣ε̣ς̣ μέμ̣[φοντό σ' ἄ μοι προσῆλθες
ἢ] ζ̣αλέξᾱ{ι}, κ[αἴστισι μὴ πρόσηκεν
ἄ]δ̣ρα χαρίσσᾱ̣·
[σ]τ̣είχομεν γὰρ̣ [πάντοσ'· ἔγω δὲ φῶμεν
κα]ὶ σὺ τοῦτ'· Ἀλλ' [ἦ δύνατον βρότοισι
πα]ρ̣[θ]ένοισ' ἄπ[εμμεν ἔκας γυναίκων
αἴς κε]ν ἔ̣χοιεν̣;
μβʹ· Ὦ ἄγαναι γύναικες
Αἶσ’ ἔγων ἔφ]αν· “ Ἄγα̤[ναι γύναικες,
Ο]ἶ̤[α μ]εμνάσεσθ' ἄ̤[ϊ μέχρι γῆρας,
κ]αί γ̣' ἄρ' ἄ̣μμε̣ς ἐν νεό̤[τατι λάμπραι̊]
Ταῦ̣τ' ἐ̤π̣όημ̣μεν·
Πό̣λλα̣ +μ+ὲν γὰρ καὶ κά[λα κἄγν' ἐν αὔται]
ἐ̤κ̣π̤ο̤ν̤[ήσ]α̤μεν· πόλι[ν αὖ λιποίσαις
῎Υ]μμε̤ [μ'] ὀ[ξ]ε̣ίαις δ̣[άκεν αὖ βλεποίσαι̊
Κ]ῆ̤[ρ] ὀ̤ν̤[ίαισιν
Ἴμμερος.]
μγʹ· Αἰ δέ μοι γάλακτος ἔτ' ἦν τι
Κὰτ τὸν Ἔδμονδζ
[Αἰ δέ μοι γάλακτο]ς̤̣ ἐπάβ̤̣ολ' ἦσ̤̣[κε
τωὔθατ' ἢ παίδ]ω̤̣ν δολόφυν [ποήσ]ε̤̣[ι
ἀρμένα, τότ' οὐ] τρομέροις πρ̤̣[ὸς ἄ]λλα
[λέκτρα κε πόσσι 4
ἐρχόμαν· νῦν δὲ] χρόα γῆρας ἤδη
[μυρίαν ἄμμων ῤύτι]ν ἀμφιβάσκει
[κωὐ πρὸς ἄμμ' Ἔρως] π̤̣έτ̤̣αται διώκων
[ἀλγε]σ̣ί[δωρος·
] τᾶς ἀγαύας
] . α· λάβοισα
[δ' ἀδύφωον πᾶκτιν] ἄ̤̣εισον ἄμμι
[τὰν ἰόκολπον.
ἔ]ρ̤̣ων μά̣λ̣ιστα
] ἆ̣ς π[λά]ναται̣
[................
................]
Κὰτ τὸν Τεδέσκι καὶ κάμ με
[Αἰ δέ μοι γάλακτο]ς̤̣ ἐπάβ̤̣ολ' ἦσ̤̣[κε
τωὔθατ' ἢ παίδ]ω̤̣ν δολόφυν [ποήσ]ε̤̣[ι
ἀρμένα, πόσσ' οὐ] τρομέροις πρ̤̣[ὸς ἄ]λλα
[λέκτρα κ' ἰοίην· 4
Πάντα μοι κάρφει] χρόα γῆρας ἤδη
[κὠνία τὦμον νόο]ν ἀμφιβάσκει
[κἄμε δὴ πόθος] π̤̣έτ̤̣αται διώκων
[ἀλγε]σ̣ί[δωρος·
] τᾶς ἀγαύας
] . α· λάβοισα
[δ' ἀδύφωον πᾶκτιν] ἄ̤̣εισον ἄμμι
[τὰν ἰόκολπον.
μακά]ρ̤̣ων μά̣λ̣ιστα
περὶ γ]ᾶ̣ς π[λά]ναται̣
[................
................]
μδʹ· Μοίσαν δῶρα
ὔμμες πεδὰ Μοίσαν ἰο]κ+ό+λ̣πων κάλα δῶρα παῖδες
σπουδάσδετε καὶ τὰ]ν̤ φιλάοιδον λιγύραν χελύνναν·[
ἔμοι δ' ἄπαλον πρίν] π̤οτ̣' [ἔ]οντα χρόα γῆρας ἤδη
ἐπέλλαβε, λεῦκαι δ' ἐ]+γ+έ̤νοντο τρίχες ἐκ μελαίναν,
βάρυς δέ μ' ὀ θ̤ῦμο̤ς πεπόηται, γόνα δ' οὐ φέροισι,
τὰ δή ποτα λαίψη̤ρ' ἔον ὄρχησθ' ἴσα νεβρίοισιν.
[ταῦ]τα στεναχί‹σδ›ω θαμέως ἀλλὰ τί κεν ποείην;
ἀ̤γ̤ή̣ραον ἄνθρωπον ἔοντ' οὐ δύνατον γένεσθαι·
καὶ γάρ πο̣τ̣α̤ Τίθωνον ἔφαντο βροδόπαχυν Αὔων
ἔρωι̊͜ ἀ̣ν̤[ί'] ἄπ̤εισαν βάμεν εἰς ἔσχατα γᾶς φέροισα+ν+
ἔοντα̤ [κ]ά̣λον καὶ νέον, ἀλλ' αὖτον ὔμως ἔμαρψε[
χρόνω‹ι̊› πόλ̣ι̣ον̣ γ̣ῆ̣ρας ἔχ̤[ο]ν̤τ̤' ἀ̣θ̣α̤νάταν ἄκο̣ιτιν.[
Σύστασις η· Περὶ τὸ ἀοιδάμεν
μεʹ· Κρέσσονι θῆται στύματι πρόκοψιν
. . . . . . κά]λ̣εσσα [. . . . . . . . . . . . . . . . . . . . . . .ο]ἶδα [–x
. . . .] . πέρι̣[
. . .] . εικε . [. . . . . . . . . . . . . . . . . . . . . . ]η̣α [
x–uu––uu φαῖσ' Εὐρυδίκαν φ]ύ̤γοισα̣[ν
θήρηντά γ' Ἀρίσ]τ̤[αι]ο̤ν̤ [ἐχίδνας ποτ' ὄδοντ]ι̤ δάχθην
Δύσθυμοι ἔον πάγ]χ̣υ̣ θ[έ]οι· [Κ]α̣λ̣λ̣[ιόπα, σὺ δ' α]ὔταν
. . . . . . . . . . . . . ] . χ̣θο . +.+ατι . [. . . . . .]εισα
x–uu– κεκλο]μένα τὰν̣ [πολυ]ώ̤νυμόν σε̣
Κὰτ ὄττι θέλει κρέσσο]ν̣ι θῆται στ̣[ύ]μα[τι] πρό̤κοψιν̣
μςʹ· Νῦν θαλία παρέστω
Συμπλήρωμα αʹ
] . οὐ . [
] ε̣ὐχο̣μ̣[
] . νῦν θ̣α̣λ̣[ί]α̣ π̤α̤[ρέστω
] . νέρθε δὲ γ̤ᾶς π̣ερ̣[ίσ]χ̤ο̣ι̣
[κλέος μέγα μοίσε]ι̤ον ἔχο̤ι̣σαν̣ +γ+έρας ὠς̣ [ἔ]ο̣ικεν
[πάνται̊ δέ με θαυμά]ζ̣οιεν ἆ̣ς νῦν ἐπὶ γᾶς ἔοισαν
[κάλεισι χελίδω] λιγύ̤ρ̣α̣ν [αἴ] κεν ἔλοισα πᾶκτιν[
ἤ βάρβιτον ἤ τάνδε χέ]λ̣υ̣ν̣+ν+α̣ν̣ θ̤αλάμοισ̤' ἀε̣ίδω.
Συμπλήρωμα βʹ
] . ο . [
] ε̣ὐχο̣μ̣[
ἔμαισιν ἐταίραις ἄμ' ἔμο]ι̤ νῦν θ̣α̣λ̣[ί]α̣ γ̤ε̤[νέσθω
ἐπεὶ δέ κε γήραισα θάν]ω̤, νέρθε δὲ γ̤ᾶς γέν̣[ω]μ̤α̣ι̣
[καὶ μοισόπολων ἔσ]λ̤ον ἔχο̤ι̣σαν̣ +γ+έρας ὠς̣ [ἔ]ο̣ικεν
οὔ κέν μ' ἔτι θαυμά]ζ̣οιεν ὠ̣ς νῦν ἐπὶ γᾶς ἔοισαν·
φαίνην δὸς ἀοίδαν] λιγύ̤ρ̣α̣ν [αἴ] κεν ἔλοισα πᾶκτιν[
ἔμαισι φίλαισίν γ' ἀ]λ̤ύ̤ω̤ κ̤αὶ̤ κ̤άλα, Μοῖσ̤', ἀε̣ίδω.
μζʹ· Πρὸς χέλυνναν
Ἄγι δὴ χέλυ δῖά μοι
φωνάεσσά ‹νυ› γ‹ίγ›ν‹ε›ο
μηʹ· Ἔμαις ἑταίραις
Τάδε νῦν ἐταίραις
Tαῖς ἔμαις τέρποισα κάλως ἀείσω.
Σύστασις θ· Πρὸς φίλοις,
σύμβουλαι
μθʹ· Πρὸς Δίκαν
Σαπφὼ δ' ἁπλούστερον τὴν αἰτίαν ἀποδίδωσιν
τοῦ στεφαοῦσθαι ἡμᾶς, λέγουσα τάδε·
σὺ δὲ στεφάνοις, ὦ Δίκα, πέρθεσθ᾿ ἐράτοις φόβαισιν
ὄρπακας ἀνήτ‹ω› συν‹α›έρραισ᾿ ἀπάλαισ‹ι› χέρσιν·
εὐάνθεα γὰρ ‹παρ›πέλεται καὶ Χάριτ‹α›ς μακαίραι‹ς›
μᾶλλον ποτόρην· ἀστεφανώτοισι δ᾿ ἀπυστρέφονται.
νʹ· Περὶ θέρεος
⌜Τέγγε πνεύμονα ϝοίνῳ· τὸ γὰρ ἄστρον περιτέλλεται,
ἀ δ' ὤρα χαλέπα, πάντα δὲ δίψαισ' ὐπὰ καύματος.
ἄχει δ' ἐκ πετάλων ϝάδεα τέττιξ,⌝ πτερύγων δ' ὔπα
κακχέει λιγύραν ‹πύκνον› ἀοίδαν, ‹θέρος› ὄπποτα
φλόγιον κα‹τ'› ἔ‹λ›αν πεπτάμενον ‹πάντα› καταυ‹άν›ῃ.
⌜ἄνθει δὲ σκόλυμος· νῦν δὲ γύναικες μιαρώταται,
λέπτοι δ' ἄνδρες, ἐπεὶ ‹καὶ› κεφάλαν καὶ γόνα Σείριος
ἄσδει.⌝
ναʹ· Πρὸς Μίκαν
[x–uu– –uu– οὐδὲ θέ]μις σε Μίκα
[x–uu– ἄμμι γ]έλα[ν, ἀλ]λά σ’ ἔγω̣ὐκ ἐάσω
[x–u γυναίκω]ν̣ φιλότ[ατ’] ἤλεο Πενθιλήᾱν̤
[x–uu– τοῦτο φρένας] δάκν̤[ε πολύ]τροπ’, ἄμμα̣[ις,
κήναισι γάρ, οὐκ ἄμμι,] μέλ̣[ος] τι γλύκερον χ̤[α]ρ[ίσδη]ι̤̊
ἔγεντ̣ο̣ [δὲ νῦν ἀρμονί]α μελλιχόφων[ος α]ὔ̤ραν
οὐ γὰρ κ[άλαμος ταῦτα μελίσ]δει, λίγυραι δ᾽ ἄη[τα]ι̣
νβʹ· Οὐ γὰρ θέμις θρῆνον
[xx–uu] οὐ γὰρ θέμις ἐν μοισοπόλων ‹δόμῳ›
θρῆνον ἔμμεν' ‹ἄπαυστον, Κλέι,› οὔ κ’ ἄμμι πρέποι τάδε.
νγʹ· Ὀ μὲν γὰρ κάλος
ὀ μὲν γὰρ κάλος ὄσσον ἴδην πέλεται ‹κάλος›,
ὀ δὲ κἄγαθος αὔτικα καὶ κάλος ἔσ‹σε›ται.
νδʹ· Ὀ πλοῦτος ἄνευ τᾶς ἀρέτας
Ὁ δὲ πλοῦτος οὐ μόνος ὢν καθ' ἑαυτόν, ἀλλὰ καὶ ἀρετῇ
κεκοσμημένος, καιρίως τῶν τε ἑαυτοῦ ἀγαθῶν καὶ τῆς ἀρετῆς
ἀπολαύει, συνετὴν ἔχων τὴν φροντίδα πρὸς τὸ ἀγρεύειν
τὰ καλά. Τούτων γὰρ τὸ ἕτερον καθ' ἑαυτὸ οὐχ ἡδύ·
Ὀ πλοῦτος ἄνευ ‹τᾶς› ἀρέτας οὐκ ἀσίνης πάροικος,
Τᾷ δ' ἀμφοτέρων κράσ‹ει ἔν'› εὐδαιμονίας τό ‹γ’› ἄκρον
νεʹ· Ἀβάκην τὰν φρέν' ἔχω
xx ἀλλά τις οὐκ ἔμμι παλιγκότων
ὄργαν, ἀλλ᾽ ἀβάκην τὰν φρέν’ ἔχω. ux
νςʹ· Μαψυλάκαν γλῶσσαν
σκιδναμένας ἐν στήθεσιν ὄργας
μαψυλάκαν γλῶσσαν πεφύλαχθε.
νζʹ· Οὐ δοκίμωμι
Ψαύην δ' οὐ δοκίμωμ' ὀράνω δύσ‹ι› πάχε‹σιν›.
νηʹ· Οὐδ' ἴαν δοκίμωμι
Οὐδ' ἴαν δοκίμωμι προσίδοισαν φάος ἀλίω
ἔσσεσθαι σοφίαν πάρθενον εἰς οὐδένα πω χρόνον
τοιαύταν.
Ἐπιφόρα· Μὴ κίνη χέραδας
Μὴ κίνη χέραδας
Σύστασις ι· Μυθολογία
νθʹ· Ἔλθοντ' ἐξ ὀράνω
Πρώτην δέ φασι χλαμύδα ὀνομάσαι Σαπφὼ
ἐπὶ τοῦ Ἔρωτος εἰποῦσαν·
[Τὸν Ἔρωτ' ἐν ὀνείρῳ τιν' ἔβλεψ' αύτα ἔγω ποτα]
Ἔλθοντ' ἐξ ὀράνω πορφυρίαν περθέμενον χλάμυν.
ξʹ· Περὶ Λήδας
Φαῖσι δή ποτα Λήδαν ὐακινθίνων
εὔρην ὤϊον [ἀνθέ͜ων] πεπυκαδμένον
[ὔπο].
ξαʹ· Ἐπὶ τᾶν περιστεράων
ταῖσι ‹δὴ› ψῦχρος μὲν ἔγεντ' ὀ θῦμος,
πὰρ δ᾽ ἴεισι τὰ πτέρα [–u–x]
ξβʹ· Ἐρέβινθοι
Χρύσειοι ‹δ'› ἐρέβινθοι ἐπ' ἀϊόνων ἐφύοντο.
ξγʹ· Λάτω καὶ Νιόβα
Καλοῦσι γοῦν καὶ αἱ ἐλεύθεραι γυναῖκες ἔτι καὶ νῦν
καὶ αἱ παρθένοι τὰς συνήθεις καὶ φίλας ἑταίρας,
ὡς ἡ Σαπφώ·
Λάτω καὶ Νιόβα μάλα μὲν φίλαι ἦσαν ἔταιραι.
ξδʹ· Ἀϊπάρθενος ἔσσομαι
.. ]σανορεσ . . [
Φοίβῳ χρυσοκό]μᾳ, τὸν ἔτικτε Κόω κ[όρα
μίγεισ’ εὐρυβίᾳ Κρ]ονίδᾳ μεγαλωνύμῳ
[ Ἄρτεμις δὲ θέων] μέγαν ὄρκον ἐπώμοσε·
5 «[νὴ τὰν σὰν κεφά]λαν, ἀϊπάρθενος ἔσσομαι
[ἄδμης οἰοπό]λων ὀρέων κορύφαισ᾽ ἔπι
[θηρεύοισ’· ἄγι καὶ τά]δε νεῦσον ἔμαν χάριν».
[ὢς εἶπ’· αὐτὰρ ἔνευ]σε θέων μακάρων πάτηρ,
[πάρθενον δ’ ἐλαφάβ]ολον ἀγροτέραν θέοι
10 [ἄνθρωποί τε κάλε]ισιν ἐπωνύμιον μέγα.
[κήνᾳ λυσιμέλης] Ἔρος οὐδάμα πίλναται·
] . [ . ] . . . . α̣φόβε[ . . ] .́ .ω·
ξεʹ· Κατθνάσκει, Κυθέρηα
κατθνάσκει, Κυθέρη’, ἄβρος Ἄδωνις· τί κε θεῖμεν;
καττύπτεσθε, κόραι, καὶ κατερείκεσθε χίτωνας.
Σύστασις ια·
Κατθἀνην δ' ἴμμερός
ξςʹ· Ἔρμαις γ' ἔσηλθε
. . . . . . . . . . . . . . . . . . . . . . . .
. . . . . . . . . . . . . . . . . . . . . . . .
τ̣ου[x–uu–u–u–x] 3
ἦρ’ α[– xx–uu–ux]
δῆρα τ . [uu–ux]
Γογγύλα τ̤’ [ἔφατ’ “Οὔ τι πᾷ τάδ’ ἔγνως,] 6
ἦ τι σᾶμ’ ἔθε̣[άσαο ταῖσ' ὀπώ-]
παισι;” “Μάλιστά γ̣'”· [εἶπον· Ἔρ-]
μαις̣ γ̣’ εἴσηλθ᾽ ἔπο̣[ρος Δίος· τάδ᾿ αὔτῳ] 9
εἶ̣πο‹ν›· “ὦ δέσποτ᾽ ἐπ̤[τατόνω λύρας
ο]ὐ̤ μὰ γὰρ μάκαι⌟ρ̣αν̣ [ἔγω
ο]ὔδεν ἄδομ᾽ ἔπ⌟αρθ᾽ ἀγαν̤ [ἐπ᾿ ὄλβῳ,] 12
κατθάνην δ᾽ ἴ⌟μερός τις ἔ̤[χει με καὶ]
λ̣ωτίνοις δρ⌟οσό̣ε̣ν̣τ̣α̣ς̤ ὄ̤-
χ̣[θ]ο̣ι̣ς̣̣ ἴδην Ἀ⌟χ̣έ̣ρ̤[οντος –u–x 15
κ]ὰ̣δ ‹δ᾽› ἐ‹ς› Ἀ͜ίδ+α+ [δόμον βάμεν –ux
–] . ν̣ δε̣τ̣ομ̣[u–ux]
+. . .+ μή τι̤[ς uu–u–u–x]”. 18
ξζʹ· Τεθνάκην δ' ἀδόλως θέλω
Λόγος ὀ νεώτερος
["Ἄτθιδ' οὐδ' ἒν ἄρ' ὄ]ψ̤[ομαι]
Τεθνάκην δ' ἀδόλως θέλω"·
Ἄ με ψισδομένα κατ̣ε̤λί‹μ›πανεν
Πόλλα, καὶ τόδ' ἔειπέ̤ μ̤ο̤ι̤·
"Ὦι̊μ' ὠς δεῖνα πεπ[όνθ]α̤μεν,
Ψάπφ'! Ἦ̤ μάν̣ σ̣' ἀέκο̤ι̤σ̤' ἀ̣πυλιμπάνω!"·
Τάν δ' ἔγω τάδ' ἀ̣μειβ̣ό̤μαν·
"Χαίροισ' ἔρχ̣εο̣ κἄ̣με̣θεν
Μέμναισ̣(θ̤)', οἶσ̣θ̣α̣ γὰρ ὤς ‹σ›ε πεδήπομεν,
Α̣ἰ δὲ μή,͜ ἀ̣λλά σ' ἔγ̣ω θέλω
Ὄ̣μνα̣ι̣σαι – σ̣ὺ̣ κ̣ά̤λ̤α̤ [φρ]ά̣σ̤αι –
Ὄσ̣σ̣' ἄ̤μ̤μ̤ε̤[ς φίλ]α̤ καὶ κάλ' ἐ̣πάσχομεν
Πό̣[λλοις γὰρ στεφάν]οις ἴων
Καὶ [βρόδων κρ]ο̤κίων τ̣' ὔμοι
Κ̣ὰπ̣ [πλόκων] π̣αρ' ἔμοι π‹ε›ρεθήκα‹ο›,
Κα̣ὶ π̣ό̤[λλαις ὐπα]θ̣ύμιδας 15
Πλέ̣κ[τ]α̤[ις ἀμφ'] ἀ̤πάλαι̊ δέραι̊
Ἀνθέ̣ων ἐ̣ρ̤[άτων] πεποημμέ̣ναις,
Καὶ πάν̣τ̣α̣ χ̤[ρόα σὺ]ν̣ μ̣ύ̣ρω[ι̊]
Βρενθείωι̤̊ τ̤[ε κόμ]α̤ν̣ β̤ρ̣ό̣δ̣ω̤ν̣
Ἐξαλείψαο κα̣[ὶ βασ]ι̣λη̣ί̣ω‹ι̊›,
Καὶ στρώμν[αν ἐ]π̤ὶ μολθ̤άκαν
Ἀπάλαν πὰρ̤ [ἄκρω]ν̤ τ̤ό̣ν̣ων
Ἐ̣ξίης̣ πόθο̣[ν αἶψα νε]α̤νίδων,
Κωὔτε τι̣ς [χόρος οὔ]τ̣ε τι {τ̣ι̣}
Ἴρον οὐδ' ὔ[δατος ῤέ]+ο+ν̣ 25
Ἔ̣πλ̤ετ' ὄππ̣[οθεν ἄμ]μ̤ες ἀπ̣έσκομεν,
Οὐκ ἄλσος τ̤[ι παρ' εἴ]α̤ρος
[Πάρηλθεν κροτάλω]ν̤ ψόφος
[Οὐδ' ἄμμαι γλύκιαι μ]ε̤λ̤α̤οίδιαι.
Σττ. 13-15 ἄλλος λόγος
Πό̣[λλοις γὰρ στεφάν]οις ἴων
Καὶ [βρόδων κρ]ο̤κίων τ̣' ὔμοι
Κ̣άὶ̣ λ̤[ώτων] π̣αρ' ἔμοι π‹ε›ρεθήκα‹ο›,
Λόγος ὀ παλαιότερος
«[Ἄτθιδ’ οὔποτ’ ἄρ’ ὄ]ψ̤[ομαι,]
τεθνάκην δ’ ἀδόλως θέ̣λω».
Ἄ με ψισδομένα κατ̣ε̤λί‹μ›πανεν
πόλλα, καὶ τόδ' ἔειπέ̤ μ̤ο̤ι̤·
«Ὦι̊μ' ὠς δεῖνα πεπ[όνθ]α̤μεν
Ψάπφ'! Ἦ̤ μάν̣ σ̣' ἀέκο̤ι̤σ̤' ἀ̣πυλιμπάνω»
Τὰν δ' ἔγω τάδ' ἀ̣μειβ̣ό̤μαν
«Χαίροισ' ἔρχ̣εο̣ κἄ̣με̣θεν
μέμναισ̣'· οἶσ̣θ̣α γὰρ ὤς ‹σ›' ἐπεδήπομεν.
Α̣ἰ δὲ μή,͜ ἀ̣λλά σ' ἔγ̣ω θέλω
ὄ̣μνα̣ι̣σαι (τ̤ὰ̤ σ̣ὺ̣ λ̤ά̤[]θ̣ε̣αι)
ὄ̣σ̣σ̣' ἄ̤μ̤μ̤ε̤[ς φίλ]α̤ καὶ κάλ' ἐ̣πάσχομεν·
πό̣[λλοις γὰρ στεφάν]οις̣ ἴων
καὶ [βρόδων κρ]ο̤κίων τ̣' ὔμοι
κ̣άρ̣α̤[ι̊ σῶι̊] π̣ὰρ ἔμοι π‹ε›ρεθήκα‹ο›,
κα̣ὶ π̣ό̤λλαις ὐπαθ̣ύμιδας
πλέ̣κτα̤ις ἀμπ' ἀ̤πάλαι̊ δέραι̊
ἀνθέ̣ων ἐ̣ρ̤[άτων] πεποημμέ̣ναις,
καὶ πό̣λ̣λ̣ωι̤̊ [λιπάρ]ω̤ς̣ μ̣ύρω[ι̊]
βρενθείωι̤̊ [τε κόμ]α̣ν̣ κ̣ά̣λ̣α̣ν̣
ἐξαλείψαο καὶ [βα]σ̤ιλη̣ΐ̣ω‹ι̊›,
Καὶ στρώμν[αν ἐ]⌟πὶ μολ⌞θ̤άκαν
ἀπάλαν πὰρ̤ [ὀπ]⌟α̤υ̣ό̣⌞ν̣ων
ἐ̣ξίης πόθο̣[ν αἶψα νε]α̤νίδων,
Κωὔτε τι̣ς [λόφος οὔ]τ̣ε τι {τι}
ἴρον οὔδ' ὔ[δατος ῤέ]+ο+ν̣
ἔ̣πλ̤ετ' ὄππ̣[οθεν ἄμ]μ̤ες ἀπ̣έσκομεν,
οὔκ ἄλσος τ̤[ι πὰρ εἴ]α̤ρος
[ὤραις πλήροέ τι]ς̤ ψόφος,
[ἀλλ' ἄμμαι γλύκιαι μ]ε̤λ̤α̤οίδιαι».
Σύστασις ιβ· Ἐπιγράμματα
ξηʹ· Τίμαδος ἐπιγράμμα
Τίμαδος ἄδε κόνις, τὰν δὴ πρὸ γάμοιο θάνοισαν
δέξατο Φερσεφόνας κυάνεος θάλαμος,
ἆς καὶ ἀποφθιμένας παῖσαι νεόθαγι σιδάρῳ
ἄλικες ἰμμέρταν κρᾶτος ἔθεντο κόμαν.
ξθʹ· Πελάγωνος ἐπιγράμμα
Τῷ γρίπει Πελάγωνι πάτηρ ἐπέθηκε Μένισκος
Κύρτον καὶ κώπαν, μνᾶμα κακοζοΐας.
οʹ· Ἀνάθημα τᾷ Ἀρτέμιδι
Παῖδες, ἄφωνος ἔοισα τόδ' ἐννέπω, αἴ τις ἔρηται,
φώναν ἀκαμάταν κατθεμένα πρὸ πόδων·
Αἰθοπίᾳ με κόρᾳ Λάτως ἀνέθηκεν Ἀρίστα
Ἀ Ἐρμοκλείδα τῶ Σαϋναϊάδα,
σὰ πρόπολος, δέσποινα γυναίκων· ᾆ σὺ χάρεισα
πρόφρων ἀμμετέραν εὐκλέϊσον γενέαν.